# Περὶ τοῦ Σωκράτους δαιμονίου 11

Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-72/11

καὶ ὁ Γαλαξίδωρος οἴει γάρ ἔφη Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν καὶ περιττὴν ἐσχηκέναι δύναμιν; οὐχὶ τῆς κοινῆς μόριόν τι μαντικῆς τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον, ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν; ὡς γὰρ ὁλκὴ μία καθʼ αὑτὴν οὐκ ἄγει τὸν ζυγόν, ἰσορροποῦντι δὲ βάρει προστιθεμένη κλίνει τὸ σύμπαν ἐφʼ, ἑαυτήν οὕτω πταρμὸς ἢ κληδὼν ἤ τι τοιοῦτον σύμβολον καὶ κοῦφον, ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δʼ ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν ἔλυσε τὴν ἀπορίαν, τῆς ἰσότητος ἀναιρεθείσης, ὥστε κίνησιν γίγνεσθαι καὶ ὁρμήν. ὑπολαβὼν δʼ ὁ πατήρ ἀλλὰ μήν ἔφη καὶ αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρʼ αὐτοῦ καὶ ὁ παρʼ ἄλλων· ἑτέρου μὲν πταρόντος ἐκ δεξιᾶς εἴτʼ ὄπισθεν εἴτʼ ἔμπροσθεν, ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν· εἰ δʼ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι τῶν δʼ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος βεβαιοῦν τὸν δʼ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλʼ ἐκεῖνό μοι δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι τὸ δεδογμένον. αἱ δὲ Σωκράτους αὖ ὁρμαὶ τὸ βέβαιον ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς. πενίᾳ γὰρ ἐμμεῖναι παρὰ πάντα τὸν βίον ἑκουσίως, σὺν παὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον, καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης, μήτε καμφθῆναι λιπαροῦσι μήθʼ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι, χρῆσθαι δʼ ἀτρέπτῳ τῷ λογισμῷ πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος ἀλλʼ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν. ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει περὶ Δήλιον ὑφʼ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετʼ Ἀλκιβιάδου καὶ Λάχητος ἐπὶ Ῥηγίστης καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο, πολλὰ δὲ φίλους τινὰς καὶ λοχίτας οἷς συνέβη μετʼ αὐτοῦ παρὰ τὴν Πάρνηθα φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας, ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος ἦγε τρεπομένους ἀπὸ τῆς μάχης. ταῦτα δʼ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι πολλάκις ὁ Σιμμίας ἔφη καὶ πολλῶν διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ τούτων δαιμόνιον.

---

Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg109.local001/.
