Ancient Greek · ~14 min
Section 17
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 17.1
Not analysed yet
ἐν τούτῳ δʼ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον ὡς θεραπεύσων τὸ σῶμα· Φυλλίδας δʼ ἐπεισελθὼν μεθʼ Ἱπποσθενείδου καὶ κελεύσας ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ μή τι καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν εἰπόντος, ἐμοὶ μὲν οὐδέν ἔφη καινόν, ὧ Καφεισία· καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν, δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν. ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας μὴ λέγε πρὸς θεῶν ἔφη Φυλλίδα, ταῦτα· μηδὲ τὴν προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν· ἀλλʼ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται, κατελθεῖν τοὺς ἄνδρας. καὶ ὁ Φυλλίδας παροξυνόμενος· εἰπέ μοι φησίν ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν; ἐγὼ μέν εἶπεν οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω. τί οὖν ἔφη τοσούτων τὸ πλῆθος ὄντων, τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθʼ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας καὶ μὴ κατατεῖναι σήμερον, ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ ταὐτόματον συμπαρεσκεύασεν. εἰπόντος δὲ ταῦτα τοῦ Φυλλίδου, πάντες μὲν διεταράχθημεν ὁ δὲ Χάρων τῷ Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας ὦ μοχθηρέ εἶπεν ἄνθρωπε, τί δέδρακας ἡμᾶς; οὐδέν ἔφη δεινόν ὁ Ἱπποσθενείδας ἐὰν ἀνεὶς τὴν τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι· καὶ τὴν ἑσπέραν μὴ περιμένωμεν ἀλλʼ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων, τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχία μεθυσθῆναι δορυφόρους ἀλλὰ κἂν ἐκεῖνον ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ νήφων Ἡριππίδας καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο μηδʼ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον; διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλʼ ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων συνειδώς, ἔστι σοι φησὶν ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δʼ οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου· τῆς γὰρ ἄλλης νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους, τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν. ,ἡ μὲν οὖν ὄψις, ὦ Χάρων, ἣν ὁ ἄνθρωπος; διεξῆλθε, τοιαύτη τις ἦν· ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους δράσαντες ἀλλʼ ὅσον διαταράξαντες. τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων.