# Περὶ τοῦ Σωκράτους δαιμονίου 18

Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-72/18

ὑπολαβὼν δʼ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς τὸν Ἱπποσθενείδαν, ἀλλʼ ἔμοιγʼ εἶπεν ἀπʼ οὐδενὸς οὕτως; οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον, οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον· ἀσήμους δὲ φωνὰς ἐκφέρεσθαι παρʼ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει. δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων ἐστίν. ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν Ἱπποσθενείδαν τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα καὶ Ἱπποσθενείδας οὐκ οἶδʼ εἶπεν ὦ Καφεισία ʽ δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν̓, εἰ καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δʼ ὑμῖν ὁ ἄνθρωπός ἐστι, τῶν Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν ἀπʼ ἀρχῆς συνειδώς. κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ἆρʼ οὐ Χλίδωνα λέγεις εἶπον ὦ Ἱπποσθενείδα, τὸν κέλητι τὰ Ἡραῖα νικῶντα πέρυσιν; ἐκεῖνον μὲν οὖν αὐτόν· ἔφησε. καὶ τίς οὗτος ἔφην ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ προσβλέπων ἡμῖν; ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων ἔφη νὴ τὸν Ἡρακλέα· φεῦ, μή τι χαλεπώτερον συμβέβηκε; κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δʼ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος εἰς ἅπαντας. οἶδʼ ἔφη τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατʼ οἶκον εὑρὼν μήτʼ ἐπʼ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἣκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον· αἰτοῦντι δὲ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον· ὡς δὲ ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ καὶ κακῶς αὐτὴν λέγοντος, τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους, ἐπαρωμένη κακὰς ὁδοὺς κακὰς δʼ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπʼ ὀργῆς, εἶτʼ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος, αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος.

---

Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg109.local001/.
