# Περὶ Ἴσιδος και Ὀσίριδος 60

Plutarch, Περὶ Ἴσιδος και Ὀσίριδος, Section 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-76/60

καθόλου δʼ ἀμείνων οὗτός ἐστιν, ὥσπερ καὶ Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπʼ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δʼ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπʼ αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι, κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλʼ ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν γραμμάτων τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δʼ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων φησὶ τὴν ὁσίαν δηλοῦν τοὺς παλαιοὺς ἰσίαν καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς ῥέουσι καὶ θέουσι θέσθαι· καθάπερ αὖ πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν, τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων.

---

Plutarch, Περὶ Ἴσιδος και Ὀσίριδος, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg089.local001/.
