# Περὶ Ἴσιδος και Ὀσίριδος 62

Plutarch, Περὶ Ἴσιδος και Ὀσίριδος, Section 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-76/62

ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φράζοντι τοιοῦτον λόγον ἦλθον ἀπʼ ἐμαυτῆς, ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς, καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν. ἔτι φησὶ περὶ τοῦ Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.

---

Plutarch, Περὶ Ἴσιδος και Ὀσίριδος, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg089.local001/.
