# Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως 15

Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-78/15

ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν. ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν. ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων ἄμμες ποτʼ ἦμες ἄλκιμοι νεανίαι οἱ δὲ τῶν παίδων ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες οἱ δὲ τῶν νεανίσκων ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο· καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος.

---

Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg106.local001/.
