# Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως 6

Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-78/6

ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας· ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι ὑβρισθεὶς; δὲ παρʼ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν μεγαλαυχίαν τῇ ὀργῇ· δώδεκα γὰρ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων; καί οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον ἐγγύθι λαμπομένης. δέχεται γὰρ ἡ παρρησία, μέρος οὖσα τῆς δικαιολογίας, τὴν μεγαληγορίαν. ἀμέλει δὲ καὶ Θεμιστοκλῆς οὐδὲν ἐπὶ τῶν πράξεων εἰπὼν οὐδὲ ποιήσας ἐπαχθές, ὁπηνίκα τοὺς Ἀθηναίους ἑώρα μεστοὺς ὄντας αὐτοῦ καὶ περιορῶντας, οὐκ ἐφείδετο λέγειν τί, ὦ μακάριοι, κοπιᾶτε, πολλάκις ὑπὸ τῶν αὐτῶν εὖ πάσχοντες; καὶ ἔτι χειμαζόμενοι μὲν ὥσπερ ὑπὸ δένδρον ὑποφεύγετε, γενομένης δʼ εὐδίας τίλλετε παρεξιόντες.

---

Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg106.local001/.
