Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Ἀλκιβιάδης 13.2
Not analysed yet
ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός. ἦν γάρ, ὡς Εὔπολίς φησι, λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν. Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 281 φέρεται δὲ καὶ λόγος τις κατʼ Ἀλκιβιάδου ὑπὸ Φαίακος γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθʼ ἡμέραν δίαιταν.