Ancient Greek · ~1 min
Chapter 13
Plutarch, Ἀλκιβιάδης 13.5
Not analysed yet
φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδʼ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς, καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια. οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη. Plato comicus, unknown περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.