Ancient Greek · ~3 min
14.8 to 14.9
Plutarch, Ἀλκιβιάδης 14.8-9
Not analysed yet
ταῦτα δʼ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν. τῇ δʼ ὑστεραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δʼ οἱ πρέσβεις. ἐρωτώμενοι δʼ ὑπὸ τοῦ Ἀλκιβιάδου πάνυ φιλανθρώπως ἐφʼ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκράτορες. εὐθὺς οὖν ὁ Ἀλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλʼ ἀδικούμενος, ἀπίστους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτʼ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δʼ ἡ βουλή, καὶ ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς, ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον.