Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Ἀλκιβιάδης 16.2
Not analysed yet
ἀλλʼ Ἔρωτα κεραυνοφόρον, ἅπερ ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν, ὡς τυραννικὰ καὶ ἀλλόκοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς ἐξηγούμενος ὁ Ἀριστοφάνης ταῦτʼ εἴρηκε· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν, Aristoph. Frogs 1425 ἔτι δὲ μᾶλλον τῇ ὑπονοίᾳ πιέζων· μάλιστα μὲν λέοντα μὴ νʼ πόλει τρέφειν· ἢν δʼ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν. Aristoph. Frogs 1431-1432