Ancient Greek · ~2 min
17.4 to 17.5
Plutarch, Ἀλκιβιάδης 17.4-5
Not analysed yet
Σωκράτη μέντοι τὸν φιλόσοφον καὶ Μέτωνα τὸν ἀστρολόγον οὐδὲν ἐλπίσαι τῇ πόλει χρηστὸν ἀπὸ τῆς στρατείας ἐκείνης λέγουσιν, ὁ μέν, ὡς ἔοικε, τοῦ συνήθους δαιμονίου γενομένου καὶ προσημαίνοντος, ὁ δὲ Μέτων εἴτε δείσας ἐκ λογισμοῦ τὸ μέλλον εἴτε μαντικῆς τινι τρόπῳ χρησάμενος ἐσκήψατο μεμηνέναι, καὶ λαβὼν δᾷδα καιομένην οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν. ἔνιοι δέ φασι προσποίημα μὲν μανίας μηδὲν ἐσκευάσθαι τὸν Μέτωνα, καταπρῆσαι δὲ τὴν οἰκίαν νύκτωρ, εἶθʼ ἕωθεν προελθόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἐπὶ συμφορᾷ τηλικαύτῃ τὸν υἱὸν αὐτῷ παρεθῆναι τῆς στρατείας. ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.