Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Ἀλκιβιάδης 20.5
Not analysed yet
καίτοι βέβαιον οὐδὲν οὐδʼ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δʼ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε ταῦτʼ ἐδρᾶτο· ὃ θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δʼ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλʼ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.