Ancient Greek · ~2 min
22.1 to 22.2
Plutarch, Ἀλκιβιάδης 22.1-2
Not analysed yet
εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους. ἦσαν γὰρ οἱ μέλλοντες ἐνδιδόναι τὴν πόλιν, οὓς ἐκεῖνος εἰδὼς σαφέστατα τοῖς Συρακουσίων φίλοις ἐμήνυσε καὶ διέφθειρε τὴν πρᾶξιν. ἐν δὲ Θουρίοις γενόμενος καὶ ἀποβὰς τῆς τριήρους ἔκρυψεν ἑαυτὸν καὶ διέφυγε τοὺς ζητοῦντας. ἐπιγνόντος δέ τινος καὶ εἰπόντος· οὐ πιστεύεις, ὦ Ἀλκιβιάδη, τῇ πατρίδι; τὰ μὲν ἄλλʼ, ἔφη, πάντα· περὶ δὲ τῆς ψυχῆς τῆς ἐμῆς οὐδὲ τῇ μητρί, μήπως ἀγνοήσασα τὴν μέλαιναν ἀντὶ τῆς λευκῆς ἐπενέγκῃ ψῆφον. ὕστερον δʼ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις· ἀλλʼ ἐγώ, εἶπε, δείξω αὐτοῖς ὅτι ζῶ.