# Ἀλκιβιάδης 26.5-6

Plutarch, Ἀλκιβιάδης, 26.5 to 26.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-8/26.5

εἰ γὰρ ἄραντες ἀπέπλευσαν οἴκαδε, τοῖς μὲν πολεμίοις εὐθὺς ἔχειν ὑπῆρχεν Ἰωνίαν ἅπασαν, καὶ τὸν Ἑλλήσποντον ἀμαχεί, καὶ τὰς νήσους, Ἀθηναίοις δὲ πρὸς Ἀθηναίους μάχεσθαι τὸν πόλεμον εἰς τὴν πόλιν ἐμβαλόντας· ὃν μόνος μάλιστα μὴ γενέσθαι διεκώλυσεν ὁ Ἀλκιβιάδης, οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθος, ἀλλὰ καὶ καθʼ ἕνα τοὺς μὲν ἀντιβολῶν, τῶν δʼ ἐπιλαμβανόμενος. συνέπραττε δʼ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς· ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων. ἐκεῖνό τε δὴ καλὸν τοῦ Ἀλκιβιάδου καὶ δεύτερον, ὅτι ὑποσχόμενος τὰς Φοινίσσας ναῦς, ἃς προσεδέχοντο Λακεδαιμόνιοι βασιλέως πέμψαντος, ἢ μεταστήσειν πρὸς αὐτοὺς ἢ διαπράξεσθαι μηδὲ πρὸς ἐκείνους κομισθῆναι, διὰ ταχέων ἐξέπλευσε.

---

Plutarch, Ἀλκιβιάδης, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg015.local001/.
