Ancient Greek · ~1 min
Chapter 33
Plutarch, Ἀλκιβιάδης 33.1
Not analysed yet
τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο, Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς ἐλεγείαις πεποίηκεν, ὑπομιμνήσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· γνώμη δʼ ἥ σε κατήγαγʼ, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δʼ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται· Critias; Bergk, Poet. Lyr. Graeci, ii. (4) pp. 279 ff.