# Περὶ τοῦ πρώτως ψυχροῦ 10

Plutarch, Περὶ τοῦ πρώτως ψυχροῦ, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-80/10

ἐπεὶ δʼ ἡ φθορὰ μεταβολὴ τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ πυρὸς θάνατος ἀέρος γένεσις θνήσκει γὰρ καὶ πῦρ ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ διʼ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος καὶ ἡ κατὰ Πίνδαρον ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων,. τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀπο χεόμενον. ἱκανῶς δʼ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ· πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου 1 μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει.

---

Plutarch, Περὶ τοῦ πρώτως ψυχροῦ, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg127.local001/.
