# Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 28

Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν, Section 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-81/28

τὰ δὲ νῦν πράγματα καθεστῶτα, περὶ ὧν ἐρωτῶσι τὸν θεόν, ἀγαπῶ μὲν ἔγωγε καὶ ἀσπάζομαι· πολλὴ γὰρ εἰρήνη καὶ ἡσυχία, πέπαυται δὲ πόλεμος, καὶ πλάναι καὶ στάσεις οὐκ εἰσὶν οὐδὲ τυραννίδες, οὐδʼ ἄλλα νοσήματα καὶ κακὰ τῆς Ἑλλάδος ὥσπερ πολυδυνάμων φαρμάκων χρῄζοντα καὶ περιττῶν. ὅπου δὲ ποικίλον οὐδὲν οὐδʼ ἀπόρρητον οὐδὲ δεινόν, ἀλλʼ ἐπὶ πράγμασι μικροῖς καὶ δημοτικοῖς ἐρωτήσεις οἷον ἐν σχολῇ προτάσεις εἰ γαμητέον εἰ πλευστέον εἰ δανειστέον τὰ δὲ μέγιστα πόλεων μαντεύματα φορᾶς καρπῶν πέρι καὶ βοτῶν ἐπιγονῆς καὶ σωμάτων ὑγιείας· ἐνταῦθα περιβάλλειν μέτρα καὶ πλάττειν περιφράσεις καὶ γλώσσας ἐπάγειν πύσμασιν ἁπλῆς καὶ συντόμου δεομένοις ἀποκρίσεως, ἔργον ἐστὶ φιλοτίμου σοφιστοῦ καλλωπίζοντος ἐπὶ δόξῃ χρηστήριον. ἡ δὲ Πυθία καὶ καθʼ αὑτὴν μέν ἐστι γενναία τὸ ἦθος, ὅταν δʼ ἐκεῖ κατέλθῃ καὶ γένηται παρὰ τῷ θεῷ, πλέον ἀληθείας ἢ δόξης ἐκείνῃ μέλει καὶ ἀνθρώπων ἐπαινούντων ἢ ψεγόντων.

---

Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg091.local001/.
