# Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων 13

Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-83/13

ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, εὐθὺς ἠρόμην αὐτὸν εἶεν ἔφην, ταῦτα γὰρ πάντα ἀληθινὰ ἡγῇ; κἀκεῖνος εἰ δὲ μὴ πάντʼ εἶπεν ἀλλʼ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον; ἴσως ἔφην ἐγὼ καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θʼ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δʼ εἰς παραμυθίαν ἀφελεῖν τὸ πλῆθος· εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ τίς δʼ οὐκ ἄν εἶπεν ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί κατʼ αὐτὸν τὸν Πίνδαρον; ἐῶ τοίνυν ἔφην ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ μετὰ Λέσβιον ᾠδόν ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλʼ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον, ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον, ὅτε Λυκόρμαις καὶ Σατιλαίοις τὴν πάτριον Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφʼ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς. καλοῦ γʼ εἶπεν ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας. ἄφες οὖν εἶπον ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδʼ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν δὲ Λαχάρους ἢ Ἀρίστωνος ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ.

---

Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg107.local001/.
