# Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων 18

Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-83/18

εἷς οὖν ἐστιν ἔφην λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας· · ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον· ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. ἀλλʼ ἃς μὲν ἐκεῖ καθʼ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλʼ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δʼ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας διʼ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις διʼ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ· λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν· μόνῳ οὖν χρῶμαι τῷ εἰκότι. μηδαμῶς εἶπεν ὁ Ὀλύμπιχος ἀλλὰ δίελθε κἀκεῖνον τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, ἐάσατʼ εἶπον ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός· ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν.

---

Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg107.local001/.
