# Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων 24

Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-83/24

ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν, οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλʼ ἐκείνην προσαγαγοῦσαν ἐγγὺς εἰπεῖν χαῖρε, Θεσπέσιε. θαυμάσαντος δʼ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλʼ Ἀριδαῖός ἐστι· πρότερόν γε φάναι τὸ δʼ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δʼ ἄλλην ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν ταῦτʼ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας, οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας.

---

Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg107.local001/.
