# Περὶ Στωικῶν ἐνιγμάτων 46

Plutarch, Περὶ Στωικῶν ἐνιγμάτων, Section 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-85/46

ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται. καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον· πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάσσῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἅμʼ οἷόν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον;

---

Plutarch, Περὶ Στωικῶν ἐνιγμάτων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg136.local001/.
