# Περὶ Στωικῶν ἐνιγμάτων 8

Plutarch, Περὶ Στωικῶν ἐνιγμάτων, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-85/8

πρὸς τὸν εἰπόντα μηδὲ δίκην δικάσῃς, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς α ʼντέλεγεν ὁ Ζήνων, τοιούτῳ τινὶ λόγῳ χρώμενος εἴτʼ ἀπέδειξεν ὁ πρότερος εἰπών, οὐκ ἀκουστέον τοῦ δευτέρου λέγοντος, πέρας γὰρ ἔχει τὸ ζητούμενον· εἴτʼ οὐκ ἀπέδειξεν· ὅμοιον γὰρ ὡς εἰ μηδʼ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν· ἤτοι δʼ ἀπέδειξεν ἢ οὐκ ἀπέδειξεν, οὐκ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος. τοῦτον δὲ τὸν λόγον ἐρωτήσας αὐτὸς ἀντέγραφε μὲν πρὸς τὴν Πλάτωνος Πολιτείαν ἔλυε δὲ σοφίσματα, καὶ τὴν διαλεκτικὴν ὡς τοῦτο ποιεῖν δυναμένην ἐκέλευε παραλαμβάνειν τοὺς μαθητάς. καίτοι ἢ ἀπέδειξε Πλάτων ἢ οὐκ ἀπέδειξε τὰ ἐν τῇ Πολιτείᾳ, κατʼ οὐδέτερον δʼ ἀναγκαῖον ἀντιγράφειν ἀλλὰ πάντως περιττὸν καὶ μάταιον. τὸ δʼ αὐτὸ περὶ τῶν σοφισμάτων ἔστιν εἰπεῖν.

---

Plutarch, Περὶ Στωικῶν ἐνιγμάτων, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg136.local001/.
