Ancient Greek · ~4 min
10.1 to 10.3
Plutarch, Ἀλέξανδρος 10.1-3
Not analysed yet
ἐπεὶ δὲ Πιξόδαρος, ὁ Καρίας σατράπης, ὑποδυόμενος διʼ οἰκειότητος εἰς τὴν Φιλίππου συμμαχίαν, ἐβούλετο τὴν πρεσβυτάτην τῶν θυγατέρων Ἀρριδαίῳ τῷ Φιλίππου γυναῖκα δοῦναι καὶ περὶ τούτων Ἀριστόκριτον εἰς Μακεδονίαν ἀπέστειλεν, αὖθις ἐγίνοντο λόγοι καὶ διαβολαὶ παρὰ τῶν φίλων καὶ τῆς μητρὸς πρὸς Ἀλέξανδρον, ὡς Ἀρριδαῖον ἐπὶ τῇ βασιλείᾳ Φιλίππου γάμοις λαμπροῖς καὶ πράγμασι μεγάλοις εἰσοικειοῦντος. ὑφʼ ὧν διαταραχθεὶς πέμπει Θεσσαλὸν εἰς Καρίαν, τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, Πιξοδάρῳ διαλεξόμενον ὡς χρὴ τὸν νόθον ἐάσαντα, καὶ οὐ φρενήρη, μεθαρμόσασθαι τὸ κῆδος εἰς Ἀλέξανδρον. καὶ Πιξοδάρῳ μὲν οὐ παρὰ μικρὸν ἤρεσκε ταῦτα τῶν προτέρων μᾶλλον, ὁ δὲ Φίλιππος αἰσθόμενος, ἰὼν εἰς τὸ Ἀλεξάνδρου δωμάτιον, παραλαβὼν τῶν φίλων αὐτοῦ καὶ συνήθων ἕνα, Φιλώταν τὸν Παρμενίωνος, ἐπετίμησεν ἰσχυρῶς, καὶ πικρῶς ἐλοιδόρησεν ὡς ἀγεννῆ καὶ τῶν ὑπαρχόντων περὶ αὐτὸν ἀγαθῶν ἀνάξιον, εἰ Καρὸς ἀνθρώπου καὶ βαρβάρῳ βασιλεῖ δουλεύοντος ἀγαπᾷ γαμβρὸς γενέσθαι. τὸν δὲ Θεσσαλὸν ἔγραψε Κορινθίοις ὅπως ἀναπέμψωσιν ἐν πέδαις δεδεμένον. τῶν δὲ ἄλλων ἑταίρων Ἅρπαλον καὶ Νέαρχον, ἔτι δʼ Ἐρίγυιον καὶ Πτολεμαῖον ἐκ Μακεδονίας μετέστησεν, οὓς ὕστερον Ἀλέξανδρος καταγαγὼν ἐν ταῖς μεγίσταις ἔσχε τιμαῖς.