Ancient Greek · ~1 min
Chapter 14
Plutarch, Ἀλέξανδρος 14.5
Not analysed yet
ἐπεὶ δὲ ὥρμησε πρὸς τὴν στρατείαν, ἄλλα τε δοκεῖ σημεῖα παρὰ τοῦ δαιμονίου γενέσθαι, καὶ τὸ περὶ Λείβηθρα τοῦ Ὀρφέως ξόανον ʽἦν δὲ κυπαρίττινον̣ʼ ἱδρῶτα ποχὺν ὑπὸ τὰς ἡμέρας ἐκείνας ἀφῆκε. φοβουμένων δὲ πάντων τὸ σημεῖον, Ἀρίστανδρος ἐκέλευε θαρρεῖν, ὡς ἀοιδίμους καὶ περιβοήτους κατεργασόμενον πράξεις, αἳ πολὺν ἱδρῶτα καὶ πόνον ὑμνοῦσι ποιηταῖς καὶ μουσικοῖς παρέξουσι.