Ancient Greek · ~3 min
18.1 to 18.3
Plutarch, Ἀλέξανδρος 18.1-3
Not analysed yet
μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντιστάντας ᾕρει καί Φρυγίαν ἐχειροῦτο καί Γόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ παλαιοῦ γενέσθαι λεγομένην, παραλαβών, τὴν θρυλουμένην ἅμαξαν εἶδε φλοιῷ κρανείας ἐνδεδεμένην, καί λόγον ἐπʼ αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς οἰκουμένης. οἱ μὲν οὖν πολλοί φασι, τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρχὰς καί διʼ ἀλλήλων πολλάκις σκολιοῖς ἑλιγμοῖς ὑποφερομένων, τὸν Ἀλέξανδρον ἀμηχανοῦντα λῦσαι διατεμεῖν τῇ μαχαίρᾳ τὸ σύναμμα, καί πολλὰς ἐξ αὐτοῦ κοπέντος ἀρχὰς φανῆναι. Ἀριστόβουλος δὲ καί πάνυ λέγει ῥᾳδίαν αὐτῷ τὴν λύσιν γενέσθαι, ἐξελόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον, ᾧ συνείχετο τὸ ζυγόδεσμον, εἶθʼ οὕτως ὑφελκύσαντι τὸν ζυγόν. ἐντεῦθεν Παφλαγόνας τε καί Καππαδόκας προσαγαγόμενος, καὶ τὴν Μέμνονος ἀκούσας τελευτήν, ὃς τῶν ἐπὶ θαλάττῃ Δαρείου στρατηγῶν ἐπίδοξος ἦν Ἀλεξάνδρῳ πολλὰ πράγματα καί μυρίας ἀντιλήψεις καί ἀσχολίας παρέξειν, ἐπερρώσθη πρὸς τὴν ἄνω στρατείαν μᾶλλον.