Ancient Greek · ~1 min
Chapter 2
Plutarch, Ἀλέξανδρος 2.1
Not analysed yet
Ἀλέξανδρος ὅτι τῷ γένει πρὸς πατρὸς μὲν ἦν Ἡρακλείδης ἀπὸ Καράνου, πρὸς δὲ μητρὸς Αἰακίδης ἀπὸ Νεοπτολέμου, τῶν πάνυ πεπιστευμένων ἐστί. λέγεται δέ Φίλιππος ἐν θρᾴκῃ τῇ Ὀλυμπιάδι συμμυηθείς αὐτός τε μειράκιον ὢν ἔτι κἀκείνης παιδὸς ὀρφανῆς γονέων ἐρασθῆναι καὶ τὸν γάμον οὕτως ἁρμόσαι, πείσας τὸν ἀδελφὸν αὐτῆς Ἀρύμβαν.