Ancient Greek · ~2 min
20.1 to 20.2
Plutarch, Ἀλέξανδρος 20.1-2
Not analysed yet
ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πεφευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών, Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως, οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπʼ Ἀλέξανδρον, ἐδεῖτο κατὰ χώραν ὑπομένειν, ἐν πλάτος ἔχουσι πεδίοις καί ἀναπεπταμένοις πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον. ἀποκριναμένου δὲ Δαρείου δεδιέναι μὴ φθάσωσιν αὑτὸν ἀποδράντες οἱ πολέμιοι καί διαφυγὼν Ἀλέξανδρος, ἀλλὰ τούτου γε, εἶπεν, ὦ βασιλεῦ, χάριν θάρρει βαδιεῖται γὰρ ἐκεῖνος ἐπὶ σέ, καί σχεδὸν ἤδη βαδίζει. ταῦτα λέγων Ἀμύντας οὐκ ἔπειθεν, ἀλλʼ ἀναστὰς ἐπορεύετο Δαρεῖος εἰς Κιλικίαν, ἅμα δὲ Ἀλέξανδρος εἰς Συρίαν ἐπʼ ἐκεῖνον.