Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Ἀλέξανδρος 21.3
Not analysed yet
ἡ δὲ καλλίστη καὶ βασιλικωτάτη χάρις ἦν παρʼ αὐτοῦ γυναιξὶ γενναίαις γενομέναις αἰχμαλώτοις καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε προσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλʼ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλʼ ἐν ἱεροῖς καὶ ἁγίοις φυλαττομένας παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαιταν. καίτοι λέγεταί γε τὴν Δαρείου γυναῖκα πολὺ πασῶν τῶν βασιλίδων εὐπρεπεστάτην γενέσθαι, καθάπερ καὶ αὐτὸς Δαρεῖος ἀνδρῶν κάλλιστος καὶ μέγιστος, τὰς δὲ παῖδας ἐοικέναι τοῖς γονεῦσιν.