Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Ἀλέξανδρος 22.1
Not analysed yet
ἐπεὶ δὲ Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ στρατηγὸς ἔγραψεν εἶναι παρʼ αὐτῷ Θεόδωρόν τινα Ταραντῖνον ἔχοντα παῖδας ὠνίους δύο τὴν ὄψιν ὑπερφυεῖς, καὶ πυνθανόμενος εἰ πρίηται, χαλεπῶς ἐνεγκὼν ἐβόα πολλάκις πρὸς τοὺς φίλους, ἐρωτῶν τί πώποτε Φιλόξενος αἰσχρὸν αὐτῷ συνεγνωκώς τοιαῦτα ὀνείδη προξενῶν κάθηται, τὸν δὲ Φιλόξενον αὐτόν ἐν ἐπιστολῇ πολλὰ λοιδορήσας ἐκέλευσεν αὐτοῖς φορτίοις τὸν Θεόδωρον εἰς τὸν ὄλεθρον ἀποστέλλειν.