Ancient Greek · ~3 min
23.1 to 23.2
Plutarch, Ἀλέξανδρος 23.1-2
Not analysed yet
ἦν δὲ καὶ πρός οἶνον ἧττον ἢ ἐδόκει καταφερής. ἔδοξε δὲ διὰ τὸν χρόνον ὃν οὐ πίνων μᾶλλον ἢ λαλῶν εἷλκεν ἐφʼ ἑκάστης κύλικος, ἀει μακρόν τινα λόγον διατιθέμενος, καὶ ταῦτα πολλῆς σχολῆς οὔσης, ἐπεὶ πρός γε τὰς πράξεις οὐκ οἶνος ἐκεῖνον, οὐχ ὕπνος, οὐ παιδιά τις, οὐ γάμος, οὐ θέα, καθάπερ ἄλλους στρατηγούς, ἐπέσχε. δηλοῖ δὲ ὁ βίος, ὃν βιώσας βραχὺν παντάπασι, πλείστων καὶ μεγίστων πράξεων ἐνέπλησεν. ἐν δὲ ταῖς σχολαῖς πρῶτον μὲν ἀναστὰς καὶ θύσας τοῖς θεοῖς εὐθὺς ἠρίστα καθήμενος· ἔπειτα διημέρευε κυνηγῶν ἢ δικάζων ἢ συντάττων τι τῶν πολεμικῶν ἢ ἀναγινώσκων. εἰ δὲ ὁδὸν βαδίζοι μὴ λίαν ἐπείγουσαν, ἐμάνθανεν ἅμα πορευόμενος ἢ τοξεύειν ἢ ἐπιβαίνειν ἅρματος ἐλαυνομένου καὶ ἀποβαίνειν.