Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Ἀλέξανδρος 26.6
Not analysed yet
πται πρὸς τὴν ἤπειρον. οὐ μὴν ἀλλὰ τῶν μάντεων θαρρεῖν παραινούντων πολυαρκεστάτην γὰρ οἰκίζεσθαι πόλιν ὑπʼ αὐτοῦ, καὶ παντοδαπῶν ἀνθρώπων ἐσομένην τροφόν ἔργου κελεύσας ἔχεσθαι τοὺς ἐπιμελητάς αὐτὸς ὥρμησεν εἰς Ἄμμωνος, ὁδὸν μακρὰν καὶ πολλὰ μὲν ἔχουσαν ἐργώδη καὶ ταλαίπωρα, κινδύνους δὲ δύο, τὸν μὲν ἀνυδρίας, διʼ ἣν ἔρημός ἐστιν οὐκ ὀλίγων ἡμερῶν, τὸν δέ, εἰ λάβρος ἐν ἄμμῳ βαθείᾳ καὶ ἀχανεῖ πορευομένοις ἐπιπέσοι νότος, ὥς που καὶ πάλαι λέγεται περὶ τὸν Καμβύσου στρατὸν, ἀναστήσας θῖνα μεγάλην καὶ κυματώσας τὸ πεδίον μυριάδας ἀνθρώπων πέντε καταχῶσαι καὶ διαφθεῖραι.