Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Ἀλέξανδρος 28.2
Not analysed yet
ὕστερον δὲ πληγῇ περιπεσὼν ὑπὸ τοξεύματος καὶ περιαλγὴς γενόμενος, τοῦτο μὲν εἶπεν, ὦ φίλοι, τὸ ῥέον αἷμα, καὶ οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν. ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτὸν, μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός; γελάσας ἐκεῖνος, οὐ βούλομαι γὰρ, εἶπε, φοβερὸς εἶναι τοῖς φίλοις, ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾷς· ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς.