Ancient Greek · ~1 min
Chapter 30
Plutarch, Ἀλέξανδρος 30.5
Not analysed yet
ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς πόδας Τείρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν καὶ μήτε Ἀλέξανδρον ἀδικεῖν μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχῦναι, μήτε αὑτοῦ τὴν μεγίστην ὧν ἔπταικεν ἀφαιρεῖσθαι παραμυθίαν, τὸ δοκεῖν ὑπʼ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θαυμάζειν Ἀλέξανδρον ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον.