Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Ἀλέξανδρος 35.3
Not analysed yet
ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶ ἄλειμμα καὶ λουτρὸν εἰωθότων τὸ σῶμα θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιαν ἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐν τῷ λουτρῶνι τότε παιδαρίου τῷ Ἀλεξάνδρῳ παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γελοίου τὴν ὄψιν, ᾄδοντος δὲ χαριέντως, Στέφανος ἐκαλεῖτο, βούλει, φησὶν, ὦ βασιλεῦ, διάπειραν ἐν Στεφάνῳ τοῦ φαρμάκου λάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ κατασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχον καὶ δεινὴν αὐτοῦ τὴν δύναμιν εἶναι.