Ancient Greek · ~2 min
Chapter 37
Plutarch, Ἀλέξανδρος 37.3
Not analysed yet
Ξέρξου δὲ ἀνδριάντα μέγαν θεασάμενος ὑπὸ πλήθους τῶν ὠθουμένων εἰς τὰ βασίλεια πλημμελῶς ἀνατετραμμένον ἐπέστη, καὶ καθάπερ ἔμψυχον προσαγορεύσας, πότερόν σε, εἶπε, διὰ τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν κείμενον παρέλθωμεν ἢ διὰ τὴν ἄλλην μεγαλοφροσύνην καὶ ἀρετὴν ἐγείρωμεν; τέλος δὲ πολὺν χρόνον πρὸς ἑαυτῷ γενόμενος καὶ σιωπήσας παρῆλθε, βουλόμενος δὲ τοὺς στρατιώτας ἀναλαβεῖν (καὶ γὰρ ἦν χειμῶνος ὥρα) τέσσαρας μῆνας αὐτόθι διήγαγε.