Ancient Greek · ~2 min
Chapter 39
Plutarch, Ἀλέξανδρος 39.2
Not analysed yet
ὁ δὲ Ἀλέξανδρος γελάσας, κενοῦ γε, εἶπεν, ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι. τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, μὴ κάμῃς, εἶπεν, ἀλλὰ πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ τοῦτο κομίσας.