Ancient Greek · ~3 min
40.2 to 40.4
Plutarch, Ἀλέξανδρος 40.2-4
Not analysed yet
θαυμάζειν φάμενος εἰ τοσούτους ἠγωνισμένοι καὶ τηλικούτους ἀγῶνας οὐ μνημονεύουσιν ὅτι τῶν καταπονηθέντων οἱ καταπονήσαντες ἥδιον καθεύδουσιν, οὐδὲ ὁρῶσι τοῖς Περσῶν βίοις τοὺς ἑαυτῶν παραβάλλοντες, ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, βασιλικώτατον δὲ τὸ πονεῖν. καίτοι πῶς ἄν τις, ἔφη, διʼ ἑαυτοῦ θεραπεύσειεν ἵππον ἢ λόγχην ἀσκήσειεν ἢ κράνος, ἀπειθικὼς τοῦ φιλτάτου σώματος ἅπτεσθαι τὰς χεῖρας; οὐκ ἴστε, εἶπεν, ὅτι τοῦ κρατεῖν πέρας ἡμῖν ἐστι τὸ μὴ ταὐτὰ ποιεῖν τοῖς κεκρατημένοις; ἐπέτεινεν οὖν ἔτι μᾶλλον αὐτὸς ἑαυτόν ἐν ταῖς στρατείαις καὶ τοῖς κυνηγεσίοις, κακοπαθῶν καὶ παραβαλλόμενος, ὥστε καὶ Λάκωνα πρεσβευτήν παραγενόμενον αὐτῷ λέοντα καταβάλλοντι μέγαν εἰπεῖν· καλῶς γε, Ἀλέξανδρε, πρὸς τὸν λέοντα ἠγώνισαι περὶ τᾶς βασιλείας. τοῦτο τὸ κυνήγιον Κρατερὸς εἰς Δελφοὺς ἀνέθηκεν, εἰκόνας χαλκᾶς ποιησάμενος τοῦ λέοντος καὶ τῶν κυνῶν καὶ τοῦ βασιλέως τῷ λέοντι συνεστῶτος καὶ αὑτοῦ προσβοηθοῦντος, ὧν τὰ μέν Λύσιππος ἔπλασε, τὰ δὲ Λεωχάρης.