Ancient Greek · ~2 min
Chapter 43
Plutarch, Ἀλέξανδρος 43.2
Not analysed yet
ὅμως δὲ καὶ πιεῖν ᾔτησε, καὶ πιὼν ὕδωρ ψυχρόν εἶπε πρὸς τὸν δόντα Πολύστρατον· ὦ ἄνθρωπε, τοῦτό μοι πέρας γέγονε δυστυχίας ἁπάσης, εὖ παθεῖν ἀμείψασθαι μὴ δυνάμενον· ἀλλʼ Ἀλέξανδρος ἀποδώσει σοι τὴν χάριν, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας, ᾧ ταύτην δίδωμι τὴν δεξιὰν διὰ σοῦ. ταῦτα εἰπὼν καὶ λαβόμενος τῆς τοῦ Πολυστράτου χειρός ἐξέλιπεν.