Ancient Greek · ~2 min
Chapter 45
Plutarch, Ἀλέξανδρος 45.3
Not analysed yet
καὶ λυπηρὸν μὲν ἦν τοῖς Μακεδόσι τὸ θέαμα, τήν δὲ ἄλλην αὐτοῦ θαυμάζοντες ἀρετὴν ᾤοντο δεῖν ἔνια τῶν πρὸς ἡδονὴν αὐτῷ καὶ δόξαν ἐπιχωρεῖν ὅς γε πρὸς ἅπασι τοῖς ἄλλοις ἔναγχος τόξευμα μὲν εἰς τήν κνήμην λαβών, ὑφʼ οὗ τὸ τῆς κερκίδος ὁστέον ἀποθραυσθὲν ἐξέπεσε, λίθῳ δὲ πληγεὶς πάλιν εἰς τὸν τράχηλον ὥστε καὶ ταῖς ὄψεσιν ἀχλὺν ὑποδραμεῖν παραμείνασαν οὐκ ὀλίγον χρόνον,