Ancient Greek · ~2 min
59.3 to 59.4
Plutarch, Ἀλέξανδρος 59.3-4
Not analysed yet
λαβὼν δὲ δῶρα πολλὰ καὶ δοὺς πλείονα τέλος χίλια τάλαντα νομίσματος αὐτῷ προέπιεν. ἐφʼ οἷς τούς μέν φίλους ἰσχυρῶς ἐλύπησε, τῶν δὲ βαρβάρων πολλοὺς ἐποίησεν ἡμερωτέρως ἔχειν πρὸς αὐτόν. ἐπεὶ δὲ τῶν Ἰνδῶν οἱ μαχιμώτατοι μισθοφοροῦντες ἐπεφοίτων ταῖς πόλεσιν ἐρρωμένως ἀμύνοντες καὶ πολλὰ τὸν Ἀλέξανδρον ἐκακοποίουν, σπεισάμενος ἔν τινι πόλει πρὸς αὐτούς ἀπιόντας ἐν ὁδῷ λαβὼν ἅπαντας ἀπέκτεινε. καὶ τοῦτο τοῖς πολεμικοῖς ἔργοις αὐτοῦ, τὰ ἄλλα νομίμως καὶ βασιλικῶς πολεμήσαντος, ὥσπερ κηλὶς πρόσεστιν. οὐκ ἐλάσσονα δὲ τούτων οἱ φιλόσοφοι πράγματα παρέσχον αὐτῷ, τούς τε προστιθεμένους τῶν βασιλέων κακίζοντες καὶ τούς ἐλευθέρους δήμους ἀφιστάντες. διὸ καὶ τούτων πολλοὺς ἐκρέμασε.