Ancient Greek · ~2 min
Chapter 60
Plutarch, Ἀλέξανδρος 60.8
Not analysed yet
ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον ὁ Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται, βασιλικῶς, εἶπε προσπυθομένου δὲ μή τι ἄλλο λέγει, πάντα, εἶπεν, ἐστὶν ἐν τῷ βασιλικῶς. οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν ἐβασίλευε, σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς αὐτόνομους καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίας ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν ἄλλην δὲ τρὶς τοσαύτην ἧς Φίλιππόν τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.