Ancient Greek · ~2 min
Chapter 62
Plutarch, Ἀλέξανδρος 62.1
Not analysed yet
τοὺς μέντοι Μακεδόνας ὁ πρὸς Πῶρον ἀγὼν ἀμβλυτέρους ἐποίησε καὶ τοῦ πρόσω τῆς Ἰνδικῆς ἔτι προελθεῖν ἐπέσχε. μόλις γὰρ ἐκεῖνον ὠσάμενοι δισμυρίοις πεζοῖς καὶ δισχιλίοις ἱππεῦσι παραταξάμενον, ἀντέστησαν ἰσχυρῶς Ἀλεξάνδρῳ βιαζομένῳ καὶ τὸν Γάγγην περᾶσαι ποταμόν, εὖρος μὲν αὐτοῦ δύο καὶ τριάκοντα σταδίων εἶναι πυνθανόμενοι καὶ βάθος ὀργυιὰς ἑκατόν, ἀντιπέρας δὲ τὰς ὄχθας ἀποκεκρύφθαι πλήθεσιν ὅπλων καὶ ἵππων καὶ ἐλεφάντων.