Ancient Greek · ~2 min
Chapter 62
Plutarch, Ἀλέξανδρος 62.4
Not analysed yet
καὶ γὰρ ὅπλα μείζονα καὶ φάτνας ἵππων καὶ χαλινοὺς βαρυτέρους κατασκευάσας ἀπέλιπέ τε καὶ διέρριψεν ἱδρύσατο δὲ βωμοὺς θεῶν, οὓς μέχρι νῦν οἱ Πραισίων βασιλεῖς διαβαίνοντες σέβονται καὶ θύουσιν Ἑλληνικὰς θυσίας. Ἀνδρόκοττος δὲ μειράκιον ὢν αὐτόν Ἀλέξανδρον εἶδε, καὶ λέγεται πολλάκις εἰπεῖν ὕστερον ὡς παρʼ οὐδὲν ἦλθε τὰ πράγματα λαβεῖν Ἀλέξανδρος, μισουμένου τε καὶ καταφρονουμένου τοῦ βασιλέως διὰ μοχθηρίαν καὶ δυσγένειαν.