Ancient Greek · ~2 min
65.1 to 65.2
Plutarch, Ἀλέξανδρος 65.1-2
Not analysed yet
τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος πρὸς δὲ τοὺς ἓν δόξῃ μάλιστα καί καθʼ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτὸν, ὁ δὲ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων. καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καί τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων ἄλλως δὲ οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδʼ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι, καί διακούσαντα περὶ Σωκράτους καί Πυθαγόρου καί Διογένους εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι.