Ancient Greek · ~2 min
Chapter 70
Plutarch, Ἀλέξανδρος 70.2
Not analysed yet
τῶν δὲ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτελῶν, καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴν Δαρείου θυγατέρα Στάτειραν, διανέμων δὲ τὰς ἀρίστας τοῖς ἀρίστοις, κοινὸν δὲ Τῶν ἤδη προγεγαμηκότων Μακεδόνων γάμον ἄλλον ἑστιάσας, ἐν ᾧ φασιν ἐννακισχιλίων Τῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ὄντων ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰς σπονδὰς δοθῆναι, τά τε ἄλλα θαυμαστῶς ἐλαμπρύνατο καὶ τά χρέα τοῖς δανείσασιν ὑπὲρ Τῶν ὀφειλόντων αὐτὸς διαλύσας, τοῦ παντὸς ἀναλώματος ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν τριάκοντα ταλάντοις γενομένου.