Ancient Greek · ~2 min
Chapter 73
Plutarch, Ἀλέξανδρος 73.2
Not analysed yet
ἔπειτα μηνύσεως γενομένης κατὰ Ἀπολλοδώρου τοῦ στρατηγοῦ τῆς Βαβυλῶνος ὡς εἴη περὶ αὐτοῦ τεθυμένος, ἐκάλει Πυθαγόραν τὸν μάντιν. οὐκ ἀρνουμένου δὲ τὴν πρᾶξιν ἠρώτησε τῶν ἱερῶν τὸν τρόπον, φήσαντος δὲ ὅτι τὸ ἧπαρ ἦν ἄλοβον, παπαὶ, εἶπεν, ἰσχυρὸν τὸ σημεῖον καὶ τὸν Πυθαγόραν οὐδὲν ἠδίκησεν. ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ, καὶ τὰ πολλὰ τῆς Βαβυλῶνος ἔξω κατασκηνῶν καὶ περιπλέων τὸν Εὐφράτην διέτριβεν.