# Περὶ δυσωπίας 3

Plutarch, Περὶ δυσωπίας, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-93/3

πρῶτον οὖν τοῦτο δεῖ πείθεσθαι τὸν ὑπὸ πολλῆς δυσωπίας βιαζόμενον, ὅτι πάθει βλαβερῷ συνέχεται· καλὸν δὲ τῶν βλαβερῶν οὐδέν· οὐδὲ δεῖ τοῖς ἐπαίνοις κηλούμενον ἥδεσθαι κομψὸν καὶ ἱλαρὸν ἀντὶ σεμνοῦ καὶ μεγάλου καὶ δικαίου προσαγορευόμενον μηδʼ, ὥσπερ ὁ Εὐριπίδου Πήγασος ἔπτησσʼ ὑπείκων μᾶλλον εἱ μᾶλλον θέλοι τῷ Βελλεροφόντῃ, τοῖς δεομένοις ἑαυτὸν ἐκδιδόναι ·, καὶ συνεκταπεινοῦν, φοβούμενον ἀκοῦσαι τὸ σκληρὸς γε καὶ ἀπηνής. τῷ μὲν γὰρ Αἰγυπτίῳ Βοκχόριδι φύσει χαλεπῷ γενομένῳ τὴν ἀσπίδα λέγουσιν ὑπὸ τῆς Ἴσιδος ἐπιπεμφθεῖσαν καὶ τῇ κεφαλῇ περιελιχθεῖσαν ἄνωθεν ἐπισκιάζειν, ἵνα κρίνῃ δικαίως ἡ δέ γε δυσωπία τοῖς ἀτόνοις καὶ ἀνάνδροις ἐπικειμένη καὶ πρὸς μηδὲν ἀνανεῦσαι μηδʼ ἀντειπεῖν ἰσχύουσα, καὶ δικάζοντας ἀποτρέπει τοῦ δικαίου καὶ συμβουλεύοντας ἐπιστομίζει καὶ λέγειν πολλὰ καὶ πράττειν ἀναγκάζει τῶν ἀβουλήτων ὁ δʼ ἀγνωμονέστατος ἀεὶ τοῦ τοιούτου δεσπότης ἐστὶ καὶ κρατεῖ, τῷ μὴ αἰδεῖσθαι τὸ αἰδούμενον ἐκβιαζόμενος. ὅθεν ὥσπερ χωρίον ὕπτιον καὶ μαλακὸν ἡ δυσωπία μηδεμίαν ἔντευξιν ἐξῶσαι μηδʼ ἀποστρέψαι δυναμένη τοῖς αἰσχίστοις βάσιμός ἐστι πάθεσι καὶ πράγμασι· κακὴ μὲν γὰρ αὕτη παιδικῆς φρουρὸς ἡλικίας, ὡς ἔλεγε Βροῦτος οὐ δοκεῖν αὐτῷ καλῶς τὴν ὥραν διατεθεῖσθαι τὸν πρὸς μηδὲν ἀρνούμενον κακὴ δὲ θαλάμου καὶ γυναικωνίτιδος ἐπίτροπος, ὥς φησιν ἡ παρὰ τῷ Σοφοκλεῖ μετανοοῦσα πρὸς τὸν μοιχὸν ἔπεισας, ἐξέθωψας. ὥστʼ· ἡ δυσωπία προδιαφθείρουσα τὸ ἀκόλαστον ἀνώχυρα πάντα καὶ ἄκλειστα καὶ κατάντη προδίδωσι τοῖς ἐπιτιθεμένοις. καὶ διδόντες μὲν αἱροῦσι τὰς βδελυρωτάτας; τῶν φύσεων, τῷ δὲ πείθειν καὶ δυσωπεῖν πολλάκις κατεργάζονται καὶ τὰς ἐπιεικεῖς. ἐῶ δὲ τὰς εἰς τὰ χρήματα βλάβας ὑπὸ τοῦ δυσωπεῖσθαι, δανειζόντων οἷς ἀπιστοῦσιν ἐγγυωμένων οἷς οὐκ ἐθέλουσιν, ἐπαινούντων μὲν τὸ ἐγγύα πάρα δʼ ἄτα χρῆσθαι δʼ αὐτῷ παρὰ τὰ πράγματα μὴ δυναμένων.

---

Plutarch, Περὶ δυσωπίας, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg104.local001/.
