Ancient Greek · ~1 min
Chapter 1
Plutarch, Δημήτριος 1.1
Not analysed yet
οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίως ἐν ἑκατέρῳ γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν.