Ancient Greek · ~2 min
1.7 to 1.8
Plutarch, Δημήτριος 1.7-8
Not analysed yet
Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων ὅτι καὶ κακίας μεγάλας, ὥσπερ ἀρετάς, αἱ μεγάλαι φύσεις ἐκφέρουσι. γενόμενοι δʼ ὁμοίως ἐρωτικοί, ποτικοί, στρατιωτικοί, μεγαλόδωροι, πολυτελεῖς, ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον. οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δὲ ἐπικρατοῦντες, πλεῖστα δὲ ἀποβάλλοντες, ἀπροσδοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψαν, ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος.